Πράξεις Ἀποστόλων 11:22
Ἠκούσθη δὲ ὁ λόγος εἰς τὰ ὦτα τῆς ἐκκλησίας τῆς ⸆ ἐν ⸂Ἱεροσολύμοις⸃ περὶ αὐτῶν· καὶ ἐξαπέστειλαν Βαρνάβαν ⸋διελθεῖν⸌ ἕως Ἀντιοχείας·
Η Καινή Διαθήκη
In The King James Version
In Context
21Καὶ ἦν χεὶρ κυρίου μετ᾽ αὐτῶν· πολύς τε ἀριθμὸς ⸆ πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν κύριον.
Read all of Πράξεις Ἀποστόλων 11
Cross References
Acts 4:36Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας ⸂ἀπὸ⸃ τῶν ἀποστόλων—ὅ ἐστιν, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως—Λευΐτης, Κύπριος τῷ γένει,
Acts 9:27Βαρνάβας δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ⸂τοῦ Ἰησοῦ.⸃
Acts 13:1Ἦσαν δέ ⸋τινες⸌ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος.
Acts 15:22Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν ⸆ Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν ⸂ἐπικαλούμενον⸃ Βαρσαββᾶν, καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
1 Thessalonians 3:6Ἄρτι δὲ ἐλθόντος Τιμοθέου πρὸς ἡμᾶς ἀφ᾽ ὑμῶν, καὶ εὐαγγελισαμένου ἡμῖν τὴν πίστιν καὶ τὴν ἀγάπην ὑμῶν, καὶ ὅτι ἔχετε μνείαν ἡμῶν ἀγαθὴν πάντοτε, ἐπιποθοῦντες ἡμᾶς ἰδεῖν, καθάπερ καὶ ἡμεῖς ὑμᾶς·