Πράξεις Ἀποστόλων 14:3
Ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παρρησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι ⸆ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, ⸆ 2 διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
Η Καινή Διαθήκη
In The King James Version
In Context
2Οἱ δὲ ⸂ἀπειθοῦντες⸃ Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
4Ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως· καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
Read all of Πράξεις Ἀποστόλων 14
Cross References
Mark 16:20Ἐκεῖνοι δὲ ἐξελθόντες ἐκήρυξαν πανταχοῦ, τοῦ κυρίου συνεργοῦντος, καὶ τὸν λόγον βεβαιοῦντος διὰ τῶν ἐπακολουθούντων σημείων. ⸋Ἀμήν.⸌
Acts 2:22Ἄνδρες Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους· Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ⸉ἀπὸ τοῦ θεοῦ ἀποδεδειγμένον⸊ εἰς ὑμᾶς δυνάμεσιν καὶ τέρασιν καὶ σημείοις, οἷς ἐποίησεν δι᾽ αὐτοῦ ὁ θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς ⸋καὶ⸌ αὐτοὶ οἴδατε,
Acts 5:12Διὰ δὲ τῶν χειρῶν τῶν ἀποστόλων ⸂ἐγίνετο⸃ σημεῖα καὶ τέρατα ⸉ἐν τῷ λαῷ πολλά·⸊ καὶ ἦσαν ὁμοθυμαδὸν ⸂ 2ἅπαντες⸃ ἐν τῇ στοᾷ Σολομῶντος.
Acts 13:46Παρρησιασάμενοι ⸂δὲ⸃ ὁ Παῦλος καὶ ὁ Βαρνάβας εἶπον, Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ. Ἐπειδὴ ⸋δὲ⸌ ἀπωθεῖσθε αὐτόν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη.
Acts 19:10Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον ⸂τοῦ κυρίου Ἰησοῦ,⸃ Ἰουδαίους τε καὶ Ἕλληνας.
Acts 20:32Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ⸋ἀδελφοί,⸌ ⸂τῷ θεῷ⸃ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸂ 2ἐποικοδομῆσαι,⸃ καὶ δοῦναι ⸋ 2ὑμῖν⸌ ⸆ κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.