Πράξεις Ἀποστόλων 15:4
Παραγενόμενοι δὲ εἰς Ἱερουσαλήμ, ⸂ἀπεδέχθησαν⸃ ⸂ 2ὑπὸ⸃ τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ᾽ αὐτῶν.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Πράξεις Ἀποστόλων 15
Cross References
Acts 14:27Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν, ⸂ἀνήγγειλαν⸃ ὅσα ἐποίησεν ὁ θεὸς μετ᾽ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
Acts 15:12Ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος, καὶ ἤκουον Βαρνάβα καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾽ αὐτῶν.
Acts 21:17Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ⸂ἐδέξαντο⸃ ἡμᾶς οἱ ἀδελφοί.
Romans 15:7Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ χριστὸς προσελάβετο ⸂ὑμᾶς,⸃ εἰς δόξαν ⸆ θεοῦ.
1 Corinthians 15:10Χάριτι δὲ θεοῦ εἰμι ὅ εἰμι, καὶ ⸂ἡ χάρις αὐτοῦ ἡ εἰς ἐμὲ οὐ κενὴ ἐγενήθη, ἀλλὰ περισσότερον αὐτῶν πάντων ἐκοπίασα, οὐκ ἐγὼ δέ, ἀλλ᾽ ἡ χάρις τοῦ θεοῦ ἡ σὺν ἐμοί.⸃
2 Corinthians 6:1Συνεργοῦντες δὲ καὶ παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ θεοῦ δέξασθαι ὑμᾶς—