Πράξεις Ἀποστόλων 21:16
Συνῆλθον δὲ καὶ τῶν μαθητῶν ἀπὸ Καισαρείας σὺν ἡμῖν, ἄγοντες παρ᾽ ᾧ ξενισθῶμεν, Μνάσωνί τινι Κυπρίῳ, ἀρχαίῳ μαθητῇ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
15Μετὰ δὲ τὰς ἡμέρας ταύτας ⸂ἐπισκευασάμενοι⸃ ἀνεβαίνομεν εἰς Ἱερουσαλήμ.
17Γενομένων δὲ ἡμῶν εἰς Ἱεροσόλυμα, ἀσμένως ⸂ἐδέξαντο⸃ ἡμᾶς οἱ ἀδελφοί.
Read all of Πράξεις Ἀποστόλων 21
Cross References
Acts 10:24⸂Καὶ τῇ⸃ ἐπαύριον ⸂ 2εἰσῆλθον⸃ εἰς τὴν Καισάρειαν. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτούς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους.
Acts 11:19Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενομένης ἐπὶ Στεφάνῳ διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον εἰ μὴ μόνον Ἰουδαίοις.
Acts 21:3Ἀναφανέντες δὲ τὴν Κύπρον, καὶ καταλιπόντες αὐτὴν εὐώνυμον, ἐπλέομεν εἰς Συρίαν, καὶ ⸂κατήχθημεν⸃ εἰς Τύρον· ἐκεῖσε γὰρ ⸉ἦν τὸ πλοῖον⸊ ἀποφορτιζόμενον τὸν γόμον.
Romans 16:7Ἀσπάσασθε Ἀνδρόνικον καὶ ⸂Ἰουνίαν⸃ τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν χριστῷ.