Πράξεις Ἀποστόλων 23:6
Γνοὺς δὲ ὁ Παῦλος ὅτι τὸ ἓν μέρος ἐστὶν ⸉Σαδδουκαίων, τὸ δὲ ἕτερον Φαρισαίων,⸊ ⸂ἔκραξεν⸃ ἐν τῷ συνεδρίῳ, Ἄνδρες ἀδελφοί, ἐγὼ Φαρισαῖός εἰμι, υἱὸς ⸂ 2Φαρισαίου·⸃ περὶ ἐλπίδος καὶ ἀναστάσεως νεκρῶν ⸋ἐγὼ⸌ κρίνομαι.
Η Καινή Διαθήκη
In The King James Version
In Context
7Τοῦτο δὲ αὐτοῦ ⸂λαλήσαντος,⸃ ἐγένετο στάσις τῶν Φαρισαίων, ⸆ καὶ ἐσχίσθη τὸ πλῆθος.
Read all of Πράξεις Ἀποστόλων 23
Cross References
Matthew 10:16Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί.
Acts 22:5Ὡς καὶ ὁ ἀρχιερεὺς μαρτυρεῖ μοι, καὶ πᾶν τὸ πρεσβυτέριον· παρ᾽ ὧν καὶ ἐπιστολὰς δεξάμενος πρὸς τοὺς ἀδελφούς, εἰς Δαμασκὸν ἐπορευόμην, ἄξων καὶ τοὺς ἐκεῖσε ὄντας δεδεμένους εἰς Ἱερουσαλήμ, ἵνα τιμωρηθῶσιν.
Acts 24:21ἢ περὶ μιᾶς ταύτης φωνῆς, ἧς ἔκραξα ⸉ἑστὼς ἐν αὐτοῖς,⸊ ὅτι Περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον ⸂ὑφ᾽⸃ ὑμῶν.
Acts 28:20Διὰ ταύτην οὖν τὴν αἰτίαν παρεκάλεσα ὑμᾶς ἰδεῖν καὶ προσλαλῆσαι· ἕνεκεν γὰρ τῆς ἐλπίδος τοῦ Ἰσραὴλ τὴν ἅλυσιν ταύτην περίκειμαι.