Πράξεις Ἀποστόλων 4:21
Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ⸂κολάσονται⸃ αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι.
Η Καινή Διαθήκη
In The King James Version
In Context
20Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ⸂ἃ εἴδομεν καὶ ἠκούσαμεν,⸃ μὴ λαλεῖν.
22Ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
Read all of Πράξεις Ἀποστόλων 4
Cross References
Matthew 9:33Καὶ ἐκβληθέντος τοῦ δαιμονίου, ἐλάλησεν ὁ κωφός· καὶ ἐθαύμασαν οἱ ὄχλοι, λέγοντες, ⸆ Οὐδέποτε ἐφάνη οὕτως ἐν τῷ Ἰσραήλ.
Matthew 21:46Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ⸂ἐπειδὴ ὡς⸃ προφήτην αὐτὸν εἶχον.
Luke 5:26Καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
Luke 19:47Καὶ ἦν διδάσκων τὸ καθ᾽ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οἱ πρῶτοι τοῦ λαοῦ·
Luke 20:19Καὶ ἐζήτησαν ⸉οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς⸊ ἐπιβαλεῖν ἐπ᾽ αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν· ⸆ ἔγνωσαν γὰρ ὅτι πρὸς αὐτοὺς ⸉ 2τὴν παραβολὴν ταύτην εἶπεν.⸊
John 12:18Διὰ τοῦτο ⸋καὶ⸌ ὑπήντησεν αὐτῷ ὁ ὄχλος, ὅτι ⸂ἤκουσεν⸃ τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.