Πράξεις Ἀποστόλων 4:32
Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ⸂ἡ καρδία καὶ ἡ ψυχὴ μία·⸃ καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ⸂ 2αὐτῶν⸃ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ⸂ 3ἅπαντα⸃ κοινά.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Πράξεις Ἀποστόλων 4
Cross References
John 17:11Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ ⸂οὗτοι⸃ ἐν τῷ κόσμῳ εἰσίν, καὶ ἐγὼ πρός σε ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ⸂ 2ᾧ⸃ δέδωκάς μοι, ἵνα ὦσιν ἕν, καθὼς ⸆ ἡμεῖς.
Acts 1:14Οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ ⸋καὶ τῇ δεήσει,⸌ σὺν γυναιξὶν καὶ Μαρίᾳ τῇ μητρὶ τοῦ Ἰησοῦ, καὶ ⸋ 2σὺν⸌ τοῖς ἀδελφοῖς αὐτοῦ.
Acts 2:44Πάντες δὲ οἱ ⸂πιστεύοντες ἦσαν ἐπὶ τὸ αὐτό, καὶ⸃ εἶχον ἅπαντα κοινά,
Romans 12:5οὕτως οἱ πολλοὶ ἓν σῶμά ἐσμεν ἐν χριστῷ, ⸂ὁ⸃ δὲ καθ᾽ εἷς ἀλλήλων μέλη.