Πράξεις Ἀποστόλων 9:40
Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος ⸆ θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα, εἶπεν, Ταβηθά, ἀνάστηθι. Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς· καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισεν.
Η Καινή Διαθήκη
In The King James Version
In Context
41Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.
Read all of Πράξεις Ἀποστόλων 9
Cross References
Matthew 9:25Ὅτε δὲ ἐξεβλήθη ὁ ὄχλος, εἰσελθὼν ἐκράτησεν τῆς χειρὸς αὐτῆς, καὶ ἠγέρθη τὸ κοράσιον.
Mark 9:25Ἰδὼν δὲ ὁ Ἰησοῦς ὅτι ἐπισυντρέχει ⸆ ὄχλος, ἐπετίμησεν τῷ πνεύματι τῷ ἀκαθάρτῳ, λέγων αὐτῷ, ⸂Τὸ πνεῦμα τὸ ἄλαλον καὶ κωφόν,⸃ ἐγώ ⸉σοι ἐπιτάσσω,⸊ ἔξελθε ἐξ αὐτοῦ, καὶ μηκέτι εἰσέλθῃς εἰς αὐτόν.
Luke 22:41Καὶ αὐτὸς ἀπεσπάσθη ἀπ᾽ αὐτῶν ὡσεὶ λίθου βολήν, καὶ θεὶς τὰ γόνατα προσηύχετο,
Acts 7:60Θεὶς δὲ τὰ γόνατα, ἔκραξεν φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς ⸉τὴν ἁμαρτίαν ταύτην.⸊ Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.
Acts 21:5Ὅτε δὲ ἐγένετο ⸉ἡμᾶς ἐξαρτίσαι⸊ τὰς ἡμέρας, ἐξελθόντες ἐπορευόμεθα, προπεμπόντων ἡμᾶς πάντων σὺν γυναιξὶν καὶ τέκνοις ἕως ἔξω τῆς πόλεως· καὶ θέντες τὰ γόνατα ἐπὶ τὸν αἰγιαλὸν ⸂προσηυξάμεθα.