Ἐπιστολὴ πρὸς Κολοσσαεῖς 1:2
τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν χριστῷ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν ⸋καὶ κυρίου Ἰησοῦ χριστοῦ.⸌
Η Καινή Διαθήκη
In The King James Version
In Context
1Παῦλος ἀπόστολος ⸉Ἰησοῦ χριστοῦ⸊ διὰ θελήματος θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός,
3Εὐχαριστοῦμεν τῷ θεῷ ⸋καὶ⸌ πατρὶ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ, πάντοτε ⸂περὶ⸃ ὑμῶν προσευχόμενοι,
Read all of Ἐπιστολὴ πρὸς Κολοσσαεῖς 1
Cross References
Romans 1:7πᾶσιν τοῖς οὖσιν ἐν Ῥώμῃ ἀγαπητοῖς θεοῦ, κλητοῖς ἁγίοις· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς ἡμῶν καὶ κυρίου Ἰησοῦ χριστοῦ.
1 Corinthians 4:17Διὰ τοῦτο ⸆ ἔπεμψα ὑμῖν Τιμόθεον, ὅς ἐστιν ⸉τέκνον μου⸊ ἀγαπητὸν καὶ πιστὸν ἐν κυρίῳ, ὃς ὑμᾶς ἀναμνήσει τὰς ὁδούς μου τὰς ἐν ⸂χριστῷ,⸃ καθὼς πανταχοῦ ἐν πάσῃ ἐκκλησίᾳ διδάσκω.
Galatians 3:9Ὥστε οἱ ἐκ πίστεως εὐλογοῦνται σὺν τῷ πιστῷ Ἀβραάμ.
Ephesians 6:21Ἵνα δὲ ⸉εἰδῆτε καὶ ὑμεῖς⸊ τὰ κατ᾽ ἐμέ, τί πράσσω, πάντα ⸉ 2ὑμῖν γνωρίσει⸊ Τυχικὸς ὁ ἀγαπητὸς ἀδελφὸς καὶ πιστὸς διάκονος ἐν κυρίῳ·
2 Peter 1:2χάρις ὑμῖν καὶ εἰρήνη πληθυνθείη ἐν ἐπιγνώσει τοῦ θεοῦ, καὶ Ἰησοῦ τοῦ κυρίου ἡμῶν·
Revelation 1:4Ἰωάννης ταῖς ἑπτὰ ἐκκλησίαις ταῖς ἐν τῇ Ἀσίᾳ· χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ⸂θεοῦ⸃ ὁ ὢν καὶ ὁ ἦν καὶ ὁ ἐρχόμενος· καὶ ἀπὸ τῶν ἑπτὰ πνευμάτων ἃ ⸆ ἐνώπιον τοῦ θρόνου αὐτοῦ·