Ἐπιστολὴ πρὸς Κολοσσαεῖς 3:13
ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς, ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ⸂ὁ χριστὸς⸃ ἐχαρίσατο ὑμῖν, οὕτως καὶ ὑμεῖς·
Η Καινή Διαθήκη
In The King James Version
In Context
14ἐπὶ πᾶσιν δὲ τούτοις ⸂τὴν ἀγάπην, ἥτις ἐστὶν σύνδεσμος⸃ τῆς τελειότητος.
Read all of Ἐπιστολὴ πρὸς Κολοσσαεῖς 3
Cross References
Matthew 6:12Καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ⸂ἀφίεμεν⸃ τοῖς ὀφειλέταις ἡμῶν.
Matthew 18:15Ἐὰν δὲ ἁμαρτήσῃ ⸋εἰς σὲ⸌ ὁ ἀδελφός σου, ὕπαγε ⸋ 2καὶ⸌ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου·
Mark 11:25Καὶ ὅταν ⸂στήκητε⸃ προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν.
Luke 6:35Πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καὶ ἀγαθοποιεῖτε, καὶ δανείζετε, μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ ⸆ ὑψίστου· ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
Luke 11:4Καὶ ἄφες ἡμῖν τὰς ἁμαρτίας ἡμῶν, καὶ γὰρ αὐτοὶ ἀφίεμεν παντὶ ὀφείλοντι ἡμῖν. Καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ⸋ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ.⸌
Luke 23:34Ὁ δὲ Ἰησοῦς ἔλεγεν, Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασιν τί ποιοῦσιν. Διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ, ἔβαλον ⸂κλῆρον.⸃