Ἐπιστολὴ πρὸς Γαλάτας 1:19
Ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.
Η Καινή Διαθήκη
In The King James Version
But other of the apostles saw I none, save James the Lord’s brother.
In Context
20Ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι.
Read all of Ἐπιστολὴ πρὸς Γαλάτας 1
Cross References
Matthew 12:46Ἔτι ⸋δὲ⸌ αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδού, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι.
Mark 3:18καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην,
Luke 6:15⸆ Ματθαῖον καὶ Θωμᾶν, ⸆ 2 Ἰάκωβον ⸋τὸν⸌ ⸋ 2τοῦ⸌ Ἁλφαίου, καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτήν,
Acts 1:13Καὶ ὅτε εἰσῆλθον, ⸉ἀνέβησαν εἰς τὸ ὑπερῷον⸊ οὗ ἦσαν καταμένοντες, ὅ τε ⸂Πέτρος καὶ Ἰάκωβος καὶ Ἰωάννης καὶ Ἀνδρέας,⸃ Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Ματθαῖος, Ἰάκωβος Ἀλφαίου καὶ Σίμων ὁ Ζηλωτής, καὶ Ἰούδας Ἰακώβου.
1 Corinthians 9:5Μὴ οὐκ ἔχομεν ἐξουσίαν ἀδελφὴν γυναῖκα περιάγειν, ὡς καὶ οἱ λοιποὶ ἀπόστολοι, καὶ οἱ ἀδελφοὶ τοῦ κυρίου, καὶ Κηφᾶς;
Jude 1:1Ἰούδας Ἰησοῦ χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν θεῷ πατρὶ ⸂ἡγιασμένοις,⸃ καὶ Ἰησοῦ χριστῷ τετηρημένοις, κλητοῖς·