Ἐπιστολὴ πρὸς Γαλάτας 5:10
Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸂ἂν⸃ ᾖ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
9Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
11Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
Read all of Ἐπιστολὴ πρὸς Γαλάτας 5
Cross References
Acts 15:1Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι Ἐὰν μὴ ⸂περιτέμνησθε⸃ τῷ ἔθει ⸆ Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
1 Corinthians 5:5παραδοῦναι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ ⸂τοῦ κυρίου Ἰησοῦ.⸃
2 Corinthians 2:3Καὶ ἔγραψα ⸋ὑμῖν⸌ τοῦτο αὐτό, ἵνα μὴ ἐλθὼν λύπην ⸂ἔχω⸃ ἀφ᾽ ὧν ἔδει με χαίρειν, πεποιθὼς ἐπὶ πάντας ὑμᾶς, ὅτι ἡ ἐμὴ χαρὰ πάντων ὑμῶν ἐστίν.
2 Corinthians 5:16Ὥστε ἡμεῖς ἀπὸ τοῦ νῦν οὐδένα οἴδαμεν κατὰ σάρκα· εἰ ⸋δὲ⸌ καὶ ἐγνώκαμεν κατὰ σάρκα χριστόν, ἀλλὰ νῦν οὐκέτι γινώσκομεν.
2 Corinthians 8:22Συνεπέμψαμεν δὲ αὐτοῖς τὸν ἀδελφὸν ἡμῶν, ὃν ἐδοκιμάσαμεν ἐν πολλοῖς πολλάκις σπουδαῖον ὄντα, νυνὶ δὲ πολὺ σπουδαιότερον, πεποιθήσει πολλῇ τῇ εἰς ὑμᾶς.
2 Corinthians 10:6καὶ ἐν ἑτοίμῳ ἔχοντες ἐκδικῆσαι πᾶσαν παρακοήν, ὅταν πληρωθῇ ὑμῶν ἡ ὑπακοή.