Ἐπιστολὴ πρὸς Ἑβραίους 13:9
Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ ⸂παραφέρεσθε·⸃ καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ ⸂ 2περιπατήσαντες.⸃
Η Καινή Διαθήκη
In The King James Version
In Context
8Ἰησοῦς χριστὸς χθὲς καὶ σήμερον ὁ αὐτός, καὶ εἰς τοὺς αἰῶνας.
10Ἔχομεν θυσιαστήριον, ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.
Read all of Ἐπιστολὴ πρὸς Ἑβραίους 13
Cross References
Matthew 24:24Ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα, ὥστε ⸂πλανῆσαι,⸃ εἰ δυνατόν, καὶ τοὺς ἐκλεκτούς.
Acts 10:14Ὁ δὲ Πέτρος εἶπεν, Μηδαμῶς, κύριε· ὅτι οὐδέποτε ἔφαγον πᾶν κοινὸν ⸂ἢ⸃ ἀκάθαρτον.
Acts 20:32Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ⸋ἀδελφοί,⸌ ⸂τῷ θεῷ⸃ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸂ 2ἐποικοδομῆσαι,⸃ καὶ δοῦναι ⸋ 2ὑμῖν⸌ ⸆ κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν.
Romans 14:6Ὁ φρονῶν τὴν ἡμέραν, κυρίῳ φρονεῖ· ⸋καὶ ὁ μὴ φρονῶν τὴν ἡμέραν, κυρίῳ οὐ φρονεῖ.⸌ ⸋ 2Καὶ⸌ ὁ ἐσθίων κυρίῳ ἐσθίει, εὐχαριστεῖ γὰρ τῷ θεῷ· καὶ ὁ μὴ ἐσθίων κυρίῳ οὐκ ἐσθίει, καὶ εὐχαριστεῖ τῷ θεῷ.
Romans 16:17Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας· καὶ ⸂ἐκκλίνατε⸃ ἀπ᾽ αὐτῶν.