Κατά Ιωάννην Ευαγγέλιον 1:27
⸋Αὐτός ἐστιν⸌ ⸋ 2ὁ⸌ ὀπίσω μου ἐρχόμενος, ⸋ 3ὃς ἔμπροσθέν μου γέγονεν·⸌ οὗ ⸂ἐγὼ οὐκ εἰμὶ⸃ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
Η Καινή Διαθήκη
In The King James Version
In Context
26Ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων, Ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος ⸋δὲ⸌ ὑμῶν ἕστηκεν ὃν ὑμεῖς οὐκ οἴδατε.
28Ταῦτα ἐν Βηθανίᾳ ἐγένετο πέραν τοῦ Ἰορδάνου, ὅπου ἦν ⸆ Ἰωάννης βαπτίζων.
Read all of Κατά Ιωάννην Ευαγγέλιον 1
Cross References
Matthew 3:11Ἐγὼ μὲν ⸉βαπτίζω ὑμᾶς⸊ ἐν ὕδατι εἰς μετάνοιαν· ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μου ἐστίν, οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ. ⸆
Luke 3:16ἀπεκρίνατο ⸂ὁ Ἰωάννης, ἅπασιν λέγων,⸃ Ἐγὼ μὲν ὕδατι βαπτίζω ὑμᾶς· ἔρχεται δὲ ὁ ἰσχυρότερός μου, οὗ οὐκ εἰμὶ ἱκανὸς λῦσαι τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
John 1:30Οὗτός ἐστιν ⸂περὶ⸃ οὗ ἐγὼ εἶπον, Ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.