Κατά Ιωάννην Ευαγγέλιον 1:34
Κἀγὼ ἑώρακα, καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ ⸂υἱὸς⸃ τοῦ θεοῦ.
Η Καινή Διαθήκη
In The King James Version
And I saw, and bare record that this is the Son of God.
In Context
35Τῇ ἐπαύριον πάλιν εἱστήκει ⸋ὁ⸌ Ἰωάννης, καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο·
Read all of Κατά Ιωάννην Ευαγγέλιον 1
Cross References
Matthew 4:3Καὶ προσελθὼν ⸉αὐτῷ ὁ πειράζων εἶπεν,⸊ Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
Matthew 8:29καὶ ἰδού, ἔκραξαν λέγοντες, Τί ἡμῖν καὶ σοί, ⸂Ἰησοῦ υἱὲ τοῦ θεοῦ;⸃ Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;
Matthew 16:16Ἀποκριθεὶς δὲ Σίμων Πέτρος εἶπεν, Σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος.
Matthew 26:63Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ⸋ἀποκριθεὶς⸌ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ.
Matthew 27:43Πέποιθεν ἐπὶ τὸν θεόν· ῥυσάσθω νῦν ⸋αὐτόν,⸌ εἰ θέλει αὐτόν. Εἶπεν γὰρ ὅτι θεοῦ εἰμι υἱός.