Κατά Ιωάννην Ευαγγέλιον 15:10
Ἐὰν τὰς ἐντολάς μου τηρήσητε, μενεῖτε ἐν τῇ ἀγάπῃ μου· καθὼς ἐγὼ ⸂τὰς ἐντολὰς τοῦ πατρός μου⸃ τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
9Καθὼς ἠγάπησέν με ὁ πατήρ, κἀγὼ ⸉ἠγάπησα ὑμᾶς·⸊ μείνατε ἐν τῇ ἀγάπῃ τῇ ἐμῇ.
11Ταῦτα λελάληκα ὑμῖν, ἵνα ἡ χαρὰ ἡ ἐμὴ ἐν ὑμῖν ⸂μείνῃ,⸃ καὶ ἡ χαρὰ ὑμῶν πληρωθῇ.
Read all of Κατά Ιωάννην Ευαγγέλιον 15
Cross References
John 4:34Λέγει αὐτοῖς ὁ Ἰησοῦς, Ἐμὸν βρῶμά ἐστιν, ἵνα ⸂ποιῶ⸃ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον.
John 12:49Ὅτι ἐγὼ ἐξ ἐμαυτοῦ οὐκ ἐλάλησα· ἀλλ᾽ ὁ πέμψας με πατήρ, αὐτός μοι ἐντολὴν ⸂ἔδωκεν,⸃ τί εἴπω καὶ τί λαλήσω.
John 14:21Ὁ ἔχων τὰς ἐντολάς μου καὶ τηρῶν αὐτάς, ἐκεῖνός ἐστιν ὁ ἀγαπῶν με· ὁ δὲ ἀγαπῶν με, ἀγαπηθήσεται ὑπὸ τοῦ πατρός μου· καὶ ἐγὼ ἀγαπήσω αὐτόν, καὶ ἐμφανίσω αὐτῷ ἐμαυτόν.
John 17:4Ἐγώ σε ἐδόξασα ἐπὶ τῆς γῆς· τὸ ἔργον ⸂ἐτελείωσα⸃ ὃ δέδωκάς μοι ἵνα ποιήσω.