Κατά Ιωάννην Ευαγγέλιον 16:2
Ἀποσυναγώγους ποιήσουσιν ὑμᾶς· ἀλλ᾽ ἔρχεται ὥρα, ἵνα πᾶς ὁ ἀποκτείνας ὑμᾶς δόξῃ λατρείαν προσφέρειν τῷ θεῷ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
1Ταῦτα λελάληκα ὑμῖν, ἵνα μὴ σκανδαλισθῆτε.
3Καὶ ταῦτα ποιήσουσιν, ⸆ ὅτι οὐκ ἔγνωσαν τὸν πατέρα οὐδὲ ἐμέ.
Read all of Κατά Ιωάννην Ευαγγέλιον 16
Cross References
Matthew 10:28Καὶ μὴ ⸂φοβεῖσθε⸃ ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· ⸂ 2φοβήθητε⸃ δὲ μᾶλλον τὸν δυνάμενον ⸂ 3καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα⸃ ἀπολέσαι ἐν γεέννῃ.
Luke 6:22Μακάριοί ἐστε, ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς, καὶ ὀνειδίσωσιν, καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρόν, ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
John 9:22Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.
John 12:42Ὅμως μέντοι καὶ ἐκ τῶν ἀρχόντων πολλοὶ ἐπίστευσαν εἰς αὐτόν· ἀλλὰ διὰ τοὺς Φαρισαίους οὐχ ὡμολόγουν, ἵνα μὴ ἀποσυνάγωγοι γένωνται.
Acts 6:13ἔστησάν τε μάρτυρας ψευδεῖς λέγοντας, Ὁ ἄνθρωπος οὗτος οὐ παύεται ⸂ῥήματα βλάσφημα λαλῶν⸃ κατὰ τοῦ τόπου τοῦ ἁγίου ⸆ καὶ τοῦ νόμου·