Κατά Ιωάννην Ευαγγέλιον 20:1
Τῇ δὲ μιᾷ τῶν σαββάτων Μαρία ἡ Μαγδαληνὴ ἔρχεται πρωΐ, σκοτίας ἔτι οὔσης, εἰς τὸ μνημεῖον, καὶ βλέπει τὸν λίθον ἠρμένον ἐκ τοῦ μνημείου.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Κατά Ιωάννην Ευαγγέλιον 20
Cross References
Matthew 27:60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ, ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ· καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου, ἀπῆλθεν.
Mark 15:46Καὶ ἀγοράσας σινδόνα, ⸋καὶ⸌ καθελὼν αὐτόν, ἐνείλησεν τῇ σινδόνι, καὶ ⸂κατέθηκεν⸃ αὐτὸν ἐν μνημείῳ, ὃ ἦν λελατομημένον ἐκ πέτρας· καὶ προσεκύλισεν λίθον ἐπὶ τὴν θύραν τοῦ μνημείου.
Mark 16:9Ἀναστὰς δὲ ⸆ πρωῒ πρώτῃ σαββάτου ἐφάνη πρῶτον Μαρίᾳ τῇ Μαγδαληνῇ, ⸂ἀφ᾽⸃ ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.
John 19:25Εἱστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.
John 20:26Καὶ μεθ᾽ ἡμέρας ὀκτὼ πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ᾽ αὐτῶν. Ἔρχεται ὁ Ἰησοῦς, τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον καὶ εἶπεν, Εἰρήνη ὑμῖν.
1 Corinthians 16:2Κατὰ μίαν ⸂σαββάτων⸃ ἕκαστος ὑμῶν παρ᾽ ἑαυτῷ τιθέτω, θησαυρίζων ὅ τι ⸂ 2ἂν⸃ ⸂ 3εὐοδῶται,⸃ ἵνα μή, ὅταν ἔλθω, τότε λογίαι γίνωνται.