Κατά Ιωάννην Ευαγγέλιον 3:2
οὗτος ἦλθεν πρὸς ⸂αὐτὸν⸃ νυκτός, καὶ εἶπεν αὐτῷ, Ῥαββί, οἴδαμεν ὅτι ἀπὸ θεοῦ ἐλήλυθας διδάσκαλος· οὐδεὶς γὰρ ⸉ταῦτα τὰ σημεῖα δύναται⸊ ποιεῖν ἃ σὺ ποιεῖς, ἐὰν μὴ ᾖ ὁ θεὸς μετ᾽ αὐτοῦ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
1Ἦν δὲ ἄνθρωπος ἐκ τῶν Φαρισαίων, Νικόδημος ὄνομα αὐτῷ, ἄρχων τῶν Ἰουδαίων·
Read all of Κατά Ιωάννην Ευαγγέλιον 3
Cross References
Mark 12:14⸂Οἱ δὲ ἐλθόντες⸃ λέγουσιν αὐτῷ, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ, καὶ οὐ μέλει σοι περὶ οὐδενός· οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων, ἀλλ᾽ ἐπ᾽ ἀληθείας τὴν ὁδὸν τοῦ θεοῦ διδάσκεις· ἔξεστιν ⸉κῆνσον Καίσαρι δοῦναι⸊ ἢ οὔ;
John 3:26Καὶ ἦλθον πρὸς τὸν Ἰωάννην καὶ εἶπον αὐτῷ, Ῥαββί, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν.
John 7:31⸉Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου⸊ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον ⸋ὅτι⸌ Ὁ χριστὸς ὅταν ἔλθῃ, ⸂μήτι⸃ πλείονα σημεῖα ⸋ 2τούτων⸌ ποιήσει ὧν οὗτος ἐποίησεν;
John 9:16Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, ⸂Οὗτος ὁ ἄνθρωπος οὐκ ἔστιν παρὰ τοῦ θεοῦ,⸃ ὅτι τὸ σάββατον οὐ τηρεῖ. Ἄλλοι ⸆ ἔλεγον, Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
John 11:47Συνήγαγον οὖν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι συνέδριον, καὶ ἔλεγον, Τί ποιοῦμεν; Ὅτι οὗτος ὁ ἄνθρωπος πολλὰ ⸉σημεῖα ποιεῖ.⸊