Κατά Ιωάννην Ευαγγέλιον 5:20
Ὁ γὰρ πατὴρ φιλεῖ τὸν υἱόν, καὶ πάντα δείκνυσιν αὐτῷ ἃ αὐτὸς ποιεῖ· καὶ μείζονα τούτων δείξει αὐτῷ ἔργα, ἵνα ὑμεῖς θαυμάζητε.
Η Καινή Διαθήκη
In The King James Version
In Context
21Ὥσπερ γὰρ ὁ πατὴρ ἐγείρει τοὺς νεκροὺς καὶ ζῳοποιεῖ, οὕτως καὶ ὁ υἱὸς οὓς θέλει ζῳοποιεῖ.
Read all of Κατά Ιωάννην Ευαγγέλιον 5
Cross References
Matthew 11:27Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
Luke 10:22⸂Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπεν,⸃ Πάντα ⸉μοι παρεδόθη⸊ ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ⸂ 2ἐὰν⸃ βούληται ὁ υἱὸς ἀποκαλύψαι.
John 3:35Ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ.
John 5:25Ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ νεκροὶ ⸂ἀκούσονται τῆς φωνῆς τοῦ υἱοῦ τοῦ θεοῦ, καὶ οἱ ἀκούσαντες ζήσονται.⸃
John 10:32Ἀπεκρίθη αὐτοῖς ὁ Ἰησοῦς, Πολλὰ ⸉καλὰ ἔργα ἔδειξα ὑμῖν⸊ ἐκ τοῦ πατρός ⸋μου·⸌ διὰ ποῖον αὐτῶν ἔργον ⸂λιθάζετέ με;⸃