Εὐαγγέλιον κατὰ Λουκᾶν 16:13
Οὐδεὶς οἰκέτης δύναται δυσὶν κυρίοις δουλεύειν· ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε θεῷ δουλεύειν καὶ μαμωνᾷ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
12Καὶ εἰ ἐν τῷ ἀλλοτρίῳ πιστοὶ οὐκ ἐγένεσθε, τὸ ⸂ὑμέτερον⸃ τίς ⸉ὑμῖν δώσει;⸊
14Ἤκουον δὲ ταῦτα πάντα ⸋καὶ⸌ οἱ Φαρισαῖοι φιλάργυροι ὑπάρχοντες, καὶ ἐξεμυκτήριζον αὐτόν.
Read all of Εὐαγγέλιον κατὰ Λουκᾶν 16
Cross References
Matthew 4:10Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε ⸋ὀπίσω μου,⸌ Σατανᾶ· γέγραπται γάρ, Κύριον τὸν θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.
Luke 9:50⸂Καὶ εἶπεν⸃ πρὸς αὐτὸν ⸋ὁ⸌ Ἰησοῦς, Μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν ⸂ 2καθ᾽ ἡμῶν ὑπὲρ ἡμῶν⸃ ἐστιν.
Luke 14:26Εἴ τις ἔρχεται πρός με, καὶ οὐ μισεῖ τὸν πατέρα ⸂αὐτοῦ,⸃ καὶ τὴν μητέρα, καὶ τὴν γυναῖκα, καὶ τὰ τέκνα, καὶ τοὺς ἀδελφούς, καὶ τὰς ἀδελφάς, ἔτι ⸂ 2δὲ⸃ καὶ τὴν ⸉ἑαυτοῦ ψυχήν,⸊ οὐ δύναταί ⸉ 2μου μαθητὴς εἶναι.⸊
Romans 6:16Οὐκ οἴδατε ὅτι ᾧ παριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοήν, δοῦλοί ἐστε ᾧ ὑπακούετε, ἤτοι ἁμαρτίας εἰς θάνατον, ἢ ὑπακοῆς εἰς δικαιοσύνην;
James 4:4⸋Μοιχοὶ καὶ⸌ μοιχαλίδες, οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστίν; Ὃς ⸂ἂν⸃ οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται.