Εὐαγγέλιον κατὰ Λουκᾶν 4:41
Ἐξήρχετο δὲ καὶ δαιμόνια ἀπὸ πολλῶν, ⸂κράζοντα⸃ καὶ λέγοντα ὅτι Σὺ εἶ ⸂ 2ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.⸃ Καὶ ἐπιτιμῶν οὐκ εἴα αὐτὰ λαλεῖν, ὅτι ᾔδεισαν τὸν χριστὸν αὐτὸν εἶναι.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Εὐαγγέλιον κατὰ Λουκᾶν 4
Cross References
Matthew 4:3Καὶ προσελθὼν ⸉αὐτῷ ὁ πειράζων εἶπεν,⸊ Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
Matthew 26:63Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ⸋ἀποκριθεὶς⸌ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ.
Mark 1:34Καὶ ἐθεράπευσεν πολλοὺς κακῶς ἔχοντας ποικίλαις νόσοις, καὶ δαιμόνια πολλὰ ἐξέβαλεν, καὶ οὐκ ἤφιεν λαλεῖν τὰ δαιμόνια, ὅτι ᾔδεισαν αὐτόν. ⸆
Luke 4:34⸋λέγων,⸌ Ἔα, τί ἡμῖν καὶ σοί, Ἰησοῦ Ναζαρηνέ; Ἦλθες ἀπολέσαι ἡμᾶς; Οἶδά σε τίς εἶ, ὁ ἅγιος τοῦ θεοῦ.
Acts 16:17Αὕτη κατακολουθήσασα τῷ Παύλῳ καὶ ⸂ἡμῖν,⸃ ἔκραζεν λέγουσα, Οὗτοι οἱ ἄνθρωποι δοῦλοι τοῦ θεοῦ τοῦ ὑψίστου εἰσίν, οἵτινες καταγγέλλουσιν ⸂ 2ἡμῖν⸃ ὁδὸν σωτηρίας.