Εὐαγγέλιον κατὰ Λουκᾶν 5:1
Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ ⸆ ⸋τοῦ⸌ ἀκούειν τὸν λόγον τοῦ θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς ⸂παρὰ⸃ τὴν λίμνην Γεννησαρέτ·
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Εὐαγγέλιον κατὰ Λουκᾶν 5
Cross References
Matthew 4:18Περιπατῶν δὲ ⸆ παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδεν δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.
Matthew 14:34Καὶ διαπεράσαντες ἦλθον ⸂εἰς τὴν γῆν⸃ Γεννησαρέτ.
Mark 3:9Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.
Mark 6:53Καὶ διαπεράσαντες ⸂ἦλθον ἐπὶ τὴν γῆν⸃ Γεννησαρέτ, καὶ προσωρμίσθησαν.
Luke 12:1Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον, Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης ⸉τῶν Φαρισαίων, ἥτις ἐστὶν ὑπόκρισις.⸊