Εὐαγγέλιον κατὰ Μᾶρκον 10:19
Τὰς ἐντολὰς οἶδας, ⸉Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς,⸊ μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, μὴ ἀποστερήσῃς, τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα.
Η Καινή Διαθήκη
In The King James Version
In Context
18Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ, Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός.
20Ὁ δὲ ⸋ἀποκριθεὶς⸌ ⸂εἶπεν⸃ αὐτῷ, Διδάσκαλε, ταῦτα πάντα ἐφυλαξάμην ἐκ νεότητός μου.
Read all of Εὐαγγέλιον κατὰ Μᾶρκον 10
Cross References
Matthew 5:17Μὴ νομίσητε ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας· οὐκ ἦλθον καταλῦσαι ἀλλὰ πληρῶσαι.
Mark 12:28Καὶ προσελθὼν εἷς τῶν γραμματέων, ἀκούσας αὐτῶν συζητούντων, ⸂εἰδὼς⸃ ὅτι καλῶς ⸉αὐτοῖς ἀπεκρίθη,⸊ ἐπηρώτησεν αὐτόν, Ποία ἐστὶν ⸂ 2πρώτη πάντων ἐντολή;⸃
Luke 18:20Τὰς ἐντολὰς οἶδας, Μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, μὴ ψευδομαρτυρήσῃς, τίμα ⸂τὸν πατέρα σου καὶ τὴν μητέρα σου.⸃
Romans 13:9Τὸ γάρ, Οὐ μοιχεύσεις, οὐ φονεύσεις, οὐ κλέψεις, ⸆ οὐκ ἐπιθυμήσεις, καὶ εἴ τις ἑτέρα ἐντολή, ἐν ⸉τούτῳ τῷ λόγῳ⸊ ἀνακεφαλαιοῦται, ⸋ἐν τῷ,⸌ Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸂σεαυτόν.⸃
Galatians 4:21Λέγετέ μοι, οἱ ὑπὸ νόμον θέλοντες εἶναι, τὸν νόμον οὐκ ἀκούετε;