Εὐαγγέλιον κατὰ Μᾶρκον 10:32
Ἦσαν δὲ ἐν τῇ ὁδῷ ἀναβαίνοντες εἰς Ἱεροσόλυμα· καὶ ἦν προάγων αὐτοὺς ὁ Ἰησοῦς, καὶ ἐθαμβοῦντο, ⸂καὶ⸃ ἀκολουθοῦντες ἐφοβοῦντο. Καὶ παραλαβὼν πάλιν τοὺς δώδεκα, ἤρξατο αὐτοῖς λέγειν τὰ μέλλοντα αὐτῷ συμβαίνειν·
Η Καινή Διαθήκη
In The King James Version
In Context
31Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ⸆ ἔσχατοι πρῶτοι.
Read all of Εὐαγγέλιον κατὰ Μᾶρκον 10
Cross References
Matthew 11:25Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ⸂ἀπέκρυψας⸃ ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις.
Matthew 20:17⸂Καὶ ἀναβαίνων⸃ ⸋ὁ⸌ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸋ 2μαθητὰς⸌ κατ᾽ ἰδίαν ⸂ 2ἐν τῇ ὁδῷ, καὶ⸃ εἶπεν αὐτοῖς,
Luke 9:51Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον ⸋αὐτοῦ⸌ ἐστήριξεν τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ,
Luke 18:31Παραλαβὼν δὲ τοὺς δώδεκα, εἶπεν πρὸς αὐτούς, Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ τελεσθήσεται πάντα τὰ γεγραμμένα διὰ τῶν προφητῶν τῷ υἱῷ τοῦ ἀνθρώπου.
John 11:16Εἶπεν οὖν Θωμᾶς, ὁ λεγόμενος Δίδυμος, τοῖς συμμαθηταῖς, Ἄγωμεν καὶ ἡμεῖς, ἵνα ἀποθάνωμεν μετ᾽ αὐτοῦ.