Εὐαγγέλιον κατὰ Μᾶρκον 10:52
⸂Ὁ δὲ⸃ Ἰησοῦς εἶπεν αὐτῷ, Ὕπαγε· ἡ πίστις σου σέσωκέν σε. Καὶ ⸂ 2εὐθέως⸃ ἀνέβλεψεν, καὶ ⸂ 3ἠκολούθει τῷ Ἰησοῦ⸃ ἐν τῇ ὁδῷ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Εὐαγγέλιον κατὰ Μᾶρκον 10
Cross References
Matthew 9:22Ὁ δὲ Ἰησοῦς ⸂ἐπιστραφεὶς⸃ καὶ ἰδὼν αὐτὴν εἶπεν, Θάρσει, θύγατερ· ἡ πίστις σου σέσωκέν σε. Καὶ ἐσώθη ἡ γυνὴ ἀπὸ τῆς ὥρας ἐκείνης.
Matthew 11:5τυφλοὶ ἀναβλέπουσιν, καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, ⸆ νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται·
Matthew 15:28Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
Mark 1:31καὶ προσελθὼν ἤγειρεν αὐτήν, κρατήσας τῆς χειρὸς ⸋αὐτῆς·⸌ καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς ⸋ 2εὐθέως,⸌ καὶ διηκόνει αὐτοῖς.