Εὐαγγέλιον κατὰ Μᾶρκον 14:18
Καὶ ἀνακειμένων αὐτῶν καὶ ἐσθιόντων, ⸉εἶπεν ὁ Ἰησοῦς,⸊ Ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με, ὁ ἐσθίων μετ᾽ ἐμοῦ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
17Καὶ ὀψίας γενομένης ἔρχεται μετὰ τῶν δώδεκα.
19⸋Οἱ δὲ⸌ ἤρξαντο λυπεῖσθαι, καὶ λέγειν αὐτῷ εἷς καθ᾽ εἷς, Μήτι ἐγώ; ⸋ 2Καὶ ἄλλος, Μήτι ἐγώ;⸌
Read all of Εὐαγγέλιον κατὰ Μᾶρκον 14
Cross References
Matthew 5:18Ἀμὴν γὰρ λέγω ὑμῖν, ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται.
Matthew 6:5Καὶ ὅταν ⸂προσεύχῃ,⸃ οὐκ ⸂ 2ἔσῃ⸃ ⸂ 3ὥσπερ⸃ οἱ ὑποκριταί, ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες προσεύχεσθαι, ὅπως ⸋ἂν⸌ φανῶσιν τοῖς ἀνθρώποις· ἀμὴν λέγω ὑμῖν ⸋ 2ὅτι⸌ ἀπέχουσιν τὸν μισθὸν αὐτῶν.
Matthew 26:21Καὶ ἐσθιόντων αὐτῶν εἶπεν, Ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
Mark 6:11Καὶ ⸂ὅσοι ἂν μὴ δέξωνται⸃ ὑμᾶς, μηδὲ ἀκούσωσιν ὑμῶν, ἐκπορευόμενοι ἐκεῖθεν, ἐκτινάξατε τὸν χοῦν τὸν ὑποκάτω τῶν ποδῶν ὑμῶν εἰς μαρτύριον αὐτοῖς. ⸋Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται Σοδόμοις ἢ Γομόρροις ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.⸌
Mark 9:1Καὶ ἔλεγεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ὅτι εἰσίν τινες ⸉τῶν ὧδε⸊ ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει.