Matthew 10:14
Καὶ ὃς ⸂ἐὰν⸃ μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι ⸆ τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν.
Η Καινή Διαθήκη
In The King James Version
In Context
15Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
Cross References
Matthew 18:5Καὶ ὃς ⸂ἐὰν⸃ δέξηται ⸂ 2παιδίον τοιοῦτον ἓν⸃ ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται·
Mark 9:37Ὃς ⸂ἐὰν ἓν τῶν τοιούτων παιδίων δέξηται ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν⸃ ἐμὲ ⸂ 2δέξηται,⸃ οὐκ ἐμὲ δέχεται, ἀλλὰ τὸν ἀποστείλαντά με.
Luke 9:48καὶ εἶπεν αὐτοῖς, ⸂Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται⸃ δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ⸂ 2ὑμῖν⸃ ὑπάρχων οὗτος ⸂ 3ἔσται⸃ μέγας.
John 13:20Ἀμὴν ἀμὴν λέγω ὑμῖν, Ὁ λαμβάνων ⸂ἐάν⸃ τινα πέμψω, ἐμὲ λαμβάνει· ὁ δὲ ἐμὲ λαμβάνων, λαμβάνει τὸν πέμψαντά με.
Acts 18:6Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπεν πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ ⸂τὴν κεφαλὴν⸃ ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.