Matthew 14:19
Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοὺς χόρτους,⸃ ⸆ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις.
Η Καινή Διαθήκη
In The King James Version
In Context
18Ὁ δὲ εἶπεν, Φέρετέ μοι ⸉αὐτοὺς ὧδε.⸊
20Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις.
Cross References
Matthew 26:26Ἐσθιόντων δὲ αὐτῶν, λαβὼν ὁ Ἰησοῦς ⸋τὸν⸌ ἄρτον, καὶ ⸂εὐχαριστήσας,⸃ ἔκλασεν καὶ ⸂ 2ἐδίδου τοῖς μαθηταῖς, καὶ⸃ εἶπεν, Λάβετε, φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.
Mark 6:41Καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κατέκλασεν τοὺς ἄρτους, καὶ ἐδίδου τοῖς μαθηταῖς ⸋αὐτοῦ⸌ ἵνα ⸂παραθῶσιν⸃ αὐτοῖς· καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν.
Mark 8:6Καὶ ⸂παρήγγειλεν⸃ τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, ⸆ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα ⸂ 2παραθῶσιν·⸃ καὶ παρέθηκαν τῷ ὄχλῳ.
Mark 14:22Καὶ ἐσθιόντων αὐτῶν, λαβὼν ⸋ὁ Ἰησοῦς⸌ ἄρτον ⸆ εὐλογήσας ἔκλασεν, καὶ ἔδωκεν αὐτοῖς, καὶ εἶπεν, Λάβετε, ⸋ 2φάγετε·⸌ τοῦτό ἐστιν τὸ σῶμά μου.
Luke 9:16Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν αὐτούς, καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς ⸂παρατιθέναι⸃ τῷ ὄχλῳ.