Matthew 16:24
Τότε ὁ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Cross References
Matthew 27:32Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ.
Mark 10:21Ὁ δὲ Ἰησοῦς ἐμβλέψας αὐτῷ ἠγάπησεν αὐτόν, καὶ εἶπεν αὐτῷ, Ἕν ⸂σοι⸃ ὑστερεῖ· ὕπαγε, ὅσα ἔχεις πώλησον, καὶ δὸς ⸆ πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο, ἀκολούθει μοι, ⸋ἄρας τὸν σταυρόν.⸌
Luke 9:23Ἔλεγεν δὲ πρὸς πάντας, Εἴ τις θέλει ὀπίσω μου ⸂ἐλθεῖν,⸃ ⸂ 2ἀπαρνησάσθω⸃ ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, ⸆ καὶ ἀκολουθείτω μοι.
Luke 23:26Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι ⸂Σίμωνός τινος Κυρηναίου ἐρχομένου⸃ ἀπ᾽ ἀγροῦ, ἐπέθηκαν αὐτῷ τὸν σταυρόν, φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
Acts 14:22ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
1 Thessalonians 3:3⸂τὸ⸃ μηδένα σαίνεσθαι ἐν ταῖς θλίψεσιν ταύταις· αὐτοὶ γὰρ οἴδατε ὅτι εἰς τοῦτο κείμεθα.