Matthew 16:28
Ἀμὴν λέγω ὑμῖν, ⸆ εἰσίν τινες ⸂ὧδε ἑστῶτες,⸃ οἵτινες οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσιν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Cross References
Matthew 10:23Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ⸂ἄλλην·⸃ ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις ⸋τοῦ⸌ Ἰσραήλ, ἕως ⸋ 2ἂν⸌ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
Matthew 24:27Ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ἔσται ⸆ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
Matthew 26:64Λέγει αὐτῷ ὁ Ἰησοῦς, Σὺ εἶπας. Πλὴν λέγω ὑμῖν, ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
Mark 13:26Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλαις μετὰ δυνάμεως πολλῆς καὶ δόξης.
Luke 9:27Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν ⸂ὧδε ἑστώτων,⸃ οἳ οὐ μὴ ⸂ 2γεύσωνται⸃ θανάτου, ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
Luke 21:27Καὶ τότε ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.