Matthew 17:15
καὶ λέγων, Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ⸂πάσχει·⸃ πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ, καὶ πολλάκις εἰς τὸ ὕδωρ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
14Καὶ ἐλθόντων ⸋αὐτῶν⸌ πρὸς τὸν ὄχλον, προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν ⸂αὐτὸν⸃
16Καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι.
Cross References
Matthew 8:31Οἱ δὲ δαίμονες παρεκάλουν αὐτόν, λέγοντες, Εἰ ἐκβάλλεις ἡμᾶς, ⸂ἐπίτρεψον ἡμῖν ἀπελθεῖν⸃ εἰς τὴν ἀγέλην τῶν χοίρων.
Mark 5:4διὰ τὸ αὐτὸν πολλάκις πέδαις καὶ ἁλύσεσιν δεδέσθαι, καὶ διεσπᾶσθαι ὑπ᾽ αὐτοῦ τὰς ἁλύσεις, καὶ τὰς πέδας συντετρίφθαι· καὶ οὐδεὶς ⸂αὐτὸν ἴσχυεν⸃ δαμάσαι·
Mark 9:17Καὶ ⸂ἀποκριθεὶς εἷς ἐκ τοῦ ὄχλου εἶπεν,⸃ Διδάσκαλε, ἤνεγκα τὸν υἱόν μου πρός σε, ἔχοντα πνεῦμα ἄλαλον.
Luke 6:18καὶ οἱ ⸂ὀχλούμενοι ὑπὸ⸃ πνευμάτων ἀκαθάρτων, ⸋καὶ⸌ ἐθεραπεύοντο.
John 4:46Ἦλθεν οὖν ⸂πάλιν ὁ Ἰησοῦς⸃ εἰς τὴν Κανᾶ τῆς Γαλιλαίας, ὅπου ἐποίησεν τὸ ὕδωρ οἶνον. Καὶ ἦν τις βασιλικός, οὗ ὁ υἱὸς ἠσθένει ἐν Καπερναούμ.