Matthew 17:20
⸂Ὁ δὲ Ἰησοῦς⸃ ⸂ 2εἶπεν⸃ αὐτοῖς, Διὰ τὴν ⸂ 3ἀπιστίαν⸃ ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ, ⸂ 4Μετάβηθι ⸂ 5ἐντεῦθεν⸃⸃ ἐκεῖ, καὶ μεταβήσεται· καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.
Η Καινή Διαθήκη
In The King James Version
In Context
19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ᾽ ἰδίαν εἶπον, Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό;
21⸋Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ.⸌
Cross References
Matthew 13:31Ἄλλην παραβολὴν παρέθηκεν αὐτοῖς, λέγων, Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπεως, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἀγρῷ αὐτοῦ·
Matthew 14:30Βλέπων δὲ τὸν ἄνεμον ⸋ἰσχυρὸν⸌ ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, Κύριε, σῶσόν με.
Matthew 17:17Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ⸉ἔσομαι μεθ᾽ ὑμῶν;⸊ Ἕως πότε ἀνέξομαι ὑμῶν; Φέρετέ μοι αὐτὸν ὧδε.
Mark 4:31Ὡς ⸂κόκκον⸃ σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂ 2μικρότερος⸃ πάντων τῶν σπερμάτων ⸂ 3ἐστὶν⸃ τῶν ἐπὶ τῆς γῆς·
Mark 11:23Ἀμὴν ⸋γὰρ⸌ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ ⸂πιστεύσῃ⸃ ὅτι ⸂ 2ἃ⸃ ⸂ 3λέγει⸃ γίνεται· ἔσται αὐτῷ ⸋ 2ὃ ἐὰν εἴπῃ.⸌
Luke 17:6Εἶπεν δὲ ὁ κύριος, Εἰ ⸂ἔχετε⸃ πίστιν ὡς κόκκον σινάπεως, ἐλέγετε ἂν τῇ συκαμίνῳ ταύτῃ, Ἐκριζώθητι, καὶ φυτεύθητι ἐν τῇ θαλάσσῃ· καὶ ὑπήκουσεν ἂν ὑμῖν.