Matthew 19:29
Καὶ πᾶς ⸂ὃς⸃ ἀφῆκεν ⸉οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ⸋ἢ γυναῖκα,⸌ ἢ τέκνα, ἢ ἀγρούς,⸊ ἕνεκεν τοῦ ⸂ 2ὀνόματός μου,⸃ ⸂ 3ἑκατονταπλασίονα⸃ λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει.
Η Καινή Διαθήκη
In The King James Version
In Context
30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
Cross References
Matthew 6:33Ζητεῖτε δὲ πρῶτον τὴν βασιλείαν ⸋τοῦ θεοῦ⸌ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
Matthew 10:22Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.
Matthew 13:8Ἄλλα δὲ ἔπεσεν ἐπὶ τὴν γῆν τὴν καλήν, καὶ ἐδίδου καρπόν, ὃ μὲν ἑκατόν, ὃ δὲ ἑξήκοντα, ὃ δὲ τριάκοντα.
Matthew 16:25Ὃς γὰρ ⸂ἂν⸃ θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν·
Matthew 25:34Τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.