Matthew 20:7
Λέγουσιν αὐτῷ, Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. Λέγει αὐτοῖς, Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, ⸋καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.⸌
Η Καινή Διαθήκη
In The King James Version
In Context
Cross References
Luke 14:21Καὶ παραγενόμενος ὁ δοῦλος ⸋ἐκεῖνος⸌ ἀπήγγειλεν τῷ κυρίῳ αὐτοῦ ταῦτα. Τότε ὀργισθεὶς ὁ οἰκοδεσπότης εἶπεν τῷ δούλῳ αὐτοῦ, Ἔξελθε ταχέως εἰς τὰς πλατείας καὶ ῥύμας τῆς πόλεως, καὶ τοὺς πτωχοὺς καὶ ἀναπήρους καὶ ⸉χωλοὺς καὶ τυφλοὺς⸊ εἰσάγαγε ὧδε.
Acts 4:16λέγοντες, Τί ⸂ποιήσομεν⸃ τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾽ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ⸂ 2ἀρνήσασθαι.⸃
Romans 10:14Πῶς οὖν ⸂ἐπικαλέσονται εἰς ὃν οὐκ ἐπίστευσαν; Πῶς δὲ πιστεύσουσιν οὗ οὐκ ἤκουσαν; Πῶς δὲ ἀκούσουσιν χωρὶς κηρύσσοντος;
Ephesians 2:11Διὸ μνημονεύετε ὅτι ⸉ὑμεῖς ποτὲ⸊ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
Ephesians 6:8εἰδότες ὅτι ⸂ὃ ἐάν τι ἕκαστος⸃ ποιήσῃ ἀγαθόν, τοῦτο ⸂ 2κομιεῖται⸃ παρὰ ⸋τοῦ⸌ κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος.