Matthew 21:26
Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ⸉ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην.⸊
Η Καινή Διαθήκη
In The King James Version
But if we shall say, Of men; we fear the people; for all hold John as a prophet.
In Context
Cross References
Matthew 11:9Ἀλλὰ ⸉τί ἐξήλθετε ἰδεῖν; Προφήτην;⸊ Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου·
Matthew 21:46Καὶ ζητοῦντες αὐτὸν κρατῆσαι, ἐφοβήθησαν τοὺς ὄχλους, ⸂ἐπειδὴ ὡς⸃ προφήτην αὐτὸν εἶχον.
Mark 11:32Ἀλλ᾽ ⸆ εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν ⸂λαόν·⸃ ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην, ⸉ὅτι ὄντως⸊ προφήτης ἦν.
Luke 20:6Ἐὰν δὲ εἴπωμεν, Ἐξ ἀνθρώπων, ⸂πᾶς ὁ λαὸς⸃ καταλιθάσει ἡμᾶς· πεπεισμένος γάρ ἐστιν Ἰωάννην προφήτην εἶναι.
Luke 22:2Καὶ ἐζήτουν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὸ πῶς ἀνέλωσιν αὐτόν· ἐφοβοῦντο γὰρ τὸν λαόν.
John 9:22Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι, ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται.