Matthew 24:3
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ ὄρους τῶν Ἐλαιῶν, προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατ᾽ ἰδίαν, λέγοντες, Εἰπὲ ἡμῖν, πότε ταῦτα ἔσται; Καὶ τί τὸ σημεῖον τῆς σῆς παρουσίας, καὶ ⸋τῆς⸌ συντελείας τοῦ αἰῶνος;
Η Καινή Διαθήκη
In The King James Version
In Context
4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Βλέπετε, μή τις ὑμᾶς πλανήσῃ.
Cross References
Matthew 13:10Καὶ προσελθόντες οἱ μαθηταὶ εἶπον αὐτῷ, Διὰ τί ἐν παραβολαῖς λαλεῖς αὐτοῖς;
Matthew 13:39ὁ δὲ ἐχθρὸς ὁ σπείρας αὐτά ἐστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς συντέλεια ⸋τοῦ⸌ αἰῶνός ἐστιν· οἱ δὲ θερισταὶ ἄγγελοί εἰσιν.
Matthew 15:12Τότε προσελθόντες οἱ μαθηταὶ ⸋αὐτοῦ⸌ ⸂εἶπον⸃ αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν;
Matthew 21:1Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα, καὶ ἦλθον εἰς Βηθσφαγὴ ⸂πρὸς⸃ τὸ ὄρος τῶν Ἐλαιῶν, τότε ⸋ὁ⸌ Ἰησοῦς ἀπέστειλεν δύο μαθητάς,
Matthew 24:32Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλός, καὶ τὰ φύλλα ἐκφύῃ, ⸂γινώσκετε⸃ ὅτι ἐγγὺς τὸ θέρος·
Matthew 24:39καὶ οὐκ ἔγνωσαν, ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ⸋καὶ⸌ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.