Matthew 26:11
Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
Η Καινή Διαθήκη
In The King James Version
For ye have the poor always with you; but me ye have not always.
In Context
10Γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Τί κόπους παρέχετε τῇ γυναικί; Ἔργον γὰρ καλὸν εἰργάσατο εἰς ἐμέ.
12Βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου, πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
Cross References
Matthew 18:20Οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.
Matthew 25:42Ἐπείνασα γάρ, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ⸆ ἐδίψησα, καὶ οὐκ ἐποτίσατέ με·
Mark 14:7Πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, καὶ ὅταν θέλητε δύνασθε ⸂αὐτοὺς⸃ ⸆ εὖ ποιῆσαι· ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
John 13:33Τεκνία, ἔτι μικρὸν μεθ᾽ ὑμῶν εἰμι. Ζητήσετέ με, καὶ καθὼς εἶπον τοῖς Ἰουδαίοις ὅτι Ὅπου ⸉ὑπάγω ἐγώ,⸊ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν, καὶ ὑμῖν λέγω ἄρτι.
John 16:5Νῦν δὲ ὑπάγω πρὸς τὸν πέμψαντά με, καὶ οὐδεὶς ἐξ ὑμῶν ἐρωτᾷ με, Ποῦ ὑπάγεις;
John 17:11Καὶ οὐκέτι εἰμὶ ἐν τῷ κόσμῳ, καὶ ⸂οὗτοι⸃ ἐν τῷ κόσμῳ εἰσίν, καὶ ἐγὼ πρός σε ἔρχομαι. Πάτερ ἅγιε, τήρησον αὐτοὺς ἐν τῷ ὀνόματί σου, ⸂ 2ᾧ⸃ δέδωκάς μοι, ἵνα ὦσιν ἕν, καθὼς ⸆ ἡμεῖς.