Matthew 27:54
Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾽ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ ⸂γενόμενα,⸃ ἐφοβήθησαν σφόδρα, λέγοντες, Ἀληθῶς ⸉θεοῦ υἱὸς⸊ ἦν οὗτος.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Cross References
Matthew 4:3Καὶ προσελθὼν ⸉αὐτῷ ὁ πειράζων εἶπεν,⸊ Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
Matthew 26:63Ὁ δὲ Ἰησοῦς ἐσιώπα. Καὶ ⸋ἀποκριθεὶς⸌ ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ, Ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος, ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστός, ὁ υἱὸς τοῦ θεοῦ.
Matthew 27:40καὶ λέγοντες, Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ θεοῦ, ⸆ κατάβηθι ἀπὸ τοῦ σταυροῦ.
Mark 15:39Ἰδὼν δὲ ὁ κεντυρίων ὁ παρεστηκὼς ἐξ ἐναντίας αὐτοῦ ὅτι οὕτως ⸋κράξας⸌ ἐξέπνευσεν, εἶπεν, Ἀληθῶς ⸉ὁ ἄνθρωπος οὗτος⸊ υἱὸς ⸉ 2ἦν θεοῦ.⸊
Luke 23:47Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ⸂ἐδόξασεν⸃ τὸν θεόν, λέγων, Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
Acts 2:37Ἀκούσαντες δὲ κατενύγησαν ⸂τῇ καρδίᾳ,⸃ εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, Τί ⸂ 2ποιήσομεν,⸃ ἄνδρες ἀδελφοί;