Ἐπιστολὴ πρὸς Φιλιππησίους 2:8
καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν, γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
7ἀλλ᾽ ἑαυτὸν ἐκένωσεν, μορφὴν δούλου λαβών, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος·
9Διὸ καὶ ὁ θεὸς αὐτὸν ὑπερύψωσεν, καὶ ἐχαρίσατο αὐτῷ ⸆ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα·
Read all of Ἐπιστολὴ πρὸς Φιλιππησίους 2
Cross References
Matthew 17:2Καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ⸂ἐγένοντο⸃ λευκὰ ὡς τὸ φῶς.
Matthew 26:42Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο, λέγων, Πάτερ μου, εἰ οὐ δύναται τοῦτο ⸋τὸ ποτήριον⸌ παρελθεῖν ⸋ 2ἀπ᾽ ἐμοῦ,⸌ ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
Luke 9:29Καὶ ἐγένετο, ἐν τῷ προσεύχεσθαι αὐτόν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
John 10:18Οὐδεὶς ⸂αἴρει⸃ αὐτὴν ἀπ᾽ ἐμοῦ, ἀλλ᾽ ἐγὼ τίθημι αὐτὴν ἀπ᾽ ἐμαυτοῦ. Ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω πάλιν λαβεῖν αὐτήν. Ταύτην τὴν ἐντολὴν ἔλαβον παρὰ τοῦ πατρός μου.