Ἀποκάλυψις Ἰωάννου 12:4
Καὶ ἡ οὐρὰ αὐτοῦ σύρει τὸ τρίτον τῶν ἀστέρων τοῦ οὐρανοῦ, καὶ ἔβαλεν αὐτοὺς εἰς τὴν γῆν· καὶ ὁ δράκων ἕστηκεν ἐνώπιον τῆς γυναικὸς τῆς μελλούσης ⸂τεκεῖν,⸃ ἵνα, ὅταν τέκῃ, τὸ τέκνον αὐτῆς καταφάγῃ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Ἀποκάλυψις Ἰωάννου 12
Cross References
John 8:44Ὑμεῖς ἐκ ⸋τοῦ⸌ πατρὸς τοῦ διαβόλου ἐστέ, καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. Ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ᾽ ἀρχῆς, καὶ ἐν τῇ ἀληθείᾳ οὐχ ἕστηκεν, ὅτι οὐκ ἔστιν ἀλήθεια ἐν αὐτῷ. Ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ· ὅτι ψεύστης ἐστὶν καὶ ὁ πατὴρ αὐτοῦ.
Revelation 8:7Καὶ ὁ πρῶτος ⸆ ἐσάλπισεν, καὶ ἐγένετο χάλαζα καὶ πῦρ μεμιγμένα ⸋ἐν⸌ αἵματι, καὶ ἐβλήθη εἰς τὴν γῆν· ⸋ 2καὶ τὸ τρίτον τῆς γῆς κατεκάη,⸌ καὶ τὸ τρίτον τῶν δένδρων κατεκάη, καὶ πᾶς χόρτος χλωρὸς κατεκάη.
Revelation 9:19⸂Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστίν,⸃ ⸋καὶ ἐν ταῖς οὐραῖς αὐτῶν·⸌ αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ⸂ 2ὄφεων,⸃ ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν.
Revelation 12:9Καὶ ἐβλήθη ὁ δράκων ὁ μέγας, ὁ ὄφις ὁ ἀρχαῖος, ⸂ὁ καλούμενος διάβολος καὶ Σατανᾶς,⸃ ὁ πλανῶν τὴν οἰκουμένην ὅλην· ἐβλήθη εἰς τὴν γῆν, καὶ οἱ ἄγγελοι αὐτοῦ μετ᾽ αὐτοῦ ἐβλήθησαν.