Ἀποκάλυψις Ἰωάννου 15:2
Καὶ εἶδον ὡς θάλασσαν ὑαλίνην μεμιγμένην πυρί, καὶ τοὺς νικῶντας ἐκ τοῦ θηρίου καὶ ἐκ τῆς εἰκόνος αὐτοῦ καὶ ⸆ ἐκ τοῦ ἀριθμοῦ τοῦ ὀνόματος αὐτοῦ, ἑστῶτας ἐπὶ τὴν θάλασσαν τὴν ὑαλίνην, ἔχοντας κιθάρας τοῦ θεοῦ.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Ἀποκάλυψις Ἰωάννου 15
Cross References
1 Peter 1:7ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως ⸂πολὺ τιμιώτερον⸃ χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ ⸂ 2εἰς ἔπαινον καὶ τιμὴν καὶ εἰς δόξαν⸃ ἐν ἀποκαλύψει Ἰησοῦ χριστοῦ·
Revelation 4:6καὶ ἐνώπιον τοῦ θρόνου ⸋ὡς⸌ θάλασσα ὑαλίνη, ὁμοία κρυστάλλῳ. Καὶ ἐν μέσῳ τοῦ θρόνου καὶ κύκλῳ τοῦ θρόνου τέσσαρα ζῷα γέμοντα ὀφθαλμῶν ἔμπροσθεν καὶ ὄπισθεν.
Revelation 11:11Καὶ μετὰ ⸋τὰς⸌ τρεῖς ἡμέρας καὶ ἥμισυ, πνεῦμα ζωῆς ἐκ τοῦ θεοῦ ⸂εἰσῆλθεν εἰς αὐτούς,⸃ καὶ ἔστησαν ἐπὶ τοὺς πόδας αὐτῶν, καὶ φόβος μέγας ⸂ 2ἔπεσεν ἐπὶ⸃ τοὺς θεωροῦντας αὐτούς.
Revelation 13:14Καὶ πλανᾷ ⸋τοὺς ἐμοὺς⸌ τοὺς κατοικοῦντας ἐπὶ τῆς γῆς διὰ τὰ σημεῖα ἃ ἐδόθη αὐτῷ ποιῆσαι ἐνώπιον τοῦ θηρίου, λέγων τοῖς κατοικοῦσιν ἐπὶ τῆς γῆς ποιῆσαι εἰκόνα τῷ θηρίῳ ⸂ὃ εἶχεν⸃ τὴν πληγὴν ⸂ 2καὶ ἔζησεν ἀπὸ τῆς μαχαίρας.⸃
Revelation 21:18Καὶ ⸋ἦν⸌ ἡ ἐνδόμησις τοῦ τείχους αὐτῆς, ἴασπις· καὶ ἡ πόλις χρυσίον καθαρόν, ⸂ὅμοιον⸃ ὑέλῳ καθαρῷ.