Ἐπιστολὴ πρὸς Ῥωμαίους 4:18
Ὃς παρ᾽ ἐλπίδα ἐπ᾽ ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν, κατὰ τὸ εἰρημένον, Οὕτως ἔσται τὸ σπέρμα σου.
Η Καινή Διαθήκη
In The King James Version
In Context
Read all of Ἐπιστολὴ πρὸς Ῥωμαίους 4
Cross References
Mark 5:35Ἔτι αὐτοῦ λαλοῦντος, ἔρχονται ἀπὸ τοῦ ἀρχισυναγώγου, λέγοντες ὅτι Ἡ θυγάτηρ σου ἀπέθανεν· τί ἔτι σκύλλεις τὸν διδάσκαλον;
Acts 27:25Διὸ εὐθυμεῖτε ἄνδρες· πιστεύω γὰρ τῷ θεῷ ὅτι οὕτως ἔσται καθ᾽ ὃν τρόπον λελάληταί μοι.
Romans 4:19Καὶ μὴ ἀσθενήσας τῇ πίστει, ⸋οὐ⸌ κατενόησεν τὸ ἑαυτοῦ σῶμα ⸋ 2ἤδη⸌ νενεκρωμένον—ἑκατονταέτης που ὑπάρχων—καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας·
Romans 8:24Τῇ γὰρ ἐλπίδι ἐσώθημεν· ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, ⸂τί καὶ ἐλπίζει;⸃