Luke 4:40
Δύνοντος δὲ τοῦ ἡλίου ⸀ἅπαντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις ἤγαγον αὐτοὺς πρὸς αὐτόν· ὁ δὲ ἑνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ⸂ἐπιτιθεὶς ἐθεράπευεν⸃ αὐτούς.
SBL Greek New Testament
In The King James Version
In Context
Cross References
Matthew 4:23Καὶ περιῆγεν ⸂ἐν ὅλῃ τῇ Γαλιλαίᾳ⸃, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.
Matthew 11:5τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, ⸀καὶ νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται·
Mark 1:32Ὀψίας δὲ γενομένης, ὅτε ⸀ἔδυ ὁ ἥλιος, ἔφερον πρὸς αὐτὸν πάντας τοὺς κακῶς ἔχοντας καὶ τοὺς δαιμονιζομένους·
Mark 5:23καὶ ⸀παρακαλεῖ αὐτὸν πολλὰ λέγων ὅτι Τὸ θυγάτριόν μου ἐσχάτως ἔχει, ἵνα ἐλθὼν ἐπιθῇς ⸂τὰς χεῖρας αὐτῇ⸃ ⸀ἵνα σωθῇ καὶ ⸀ζήσῃ.
Mark 6:55⸂περιέδραμον ὅλην τὴν χώραν ἐκείνην καὶ⸃ ἤρξαντο ἐπὶ τοῖς κραβάττοις τοὺς κακῶς ἔχοντας περιφέρειν ὅπου ἤκουον ⸀ὅτι ἐστίν.
Acts 5:15ὥστε ⸂καὶ εἰς⸃ τὰς πλατείας ἐκφέρειν τοὺς ἀσθενεῖς καὶ τιθέναι ἐπὶ ⸀κλιναρίων καὶ κραβάττων, ἵνα ἐρχομένου Πέτρου κἂν ἡ σκιὰ ⸀ἐπισκιάσῃ τινὶ αὐτῶν.
Matthew Henry on Luke 4:32-44
The Expulsion of a Demon; Christ's Departure from Capernaum. 31 And came down to Capernaum, a city of Galilee, and taught them on the sabbath days. 32 And they were astonished at his doctrine: for his word was with power. 33 And in the synagogue there was a man, which had a spirit of an unclean devil, and cried out with a loud voice, 34 Saying, Let us alone; what have we to do with thee, thou Jesus of Nazareth? art thou come to destroy us? I know thee who thou art; the Holy One of God. 35 And Jesus rebuked him,… Read the whole commentary →