The Bible Software
2 Παραλειπομένων · μετάφραση των εβδομήκοντα

2 Παραλειπομένων 14

1Καὶ ἀπέστειλε Χειρὰμ βασιλεὺς Τύρου ἀγγέλους πρὸς Δαυὶδ, καὶ ξύλα κέδρινα, καὶ οἰκοδόμους, καὶ τέκτονας ξύλων, τοῦ οἰκοδομῆσαι αὐτῷ οἶκον.

2Καὶ ἔγνω Δαυὶδ ὅτι ἡτοίμασεν αὐτὸν Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραὴλ, ὅτι ηὐξήθη εἰς ὕψος ἡ βασιλεία αὐτοῦ διὰ τὸν λαὸν αὐτοῦ Ἰσραήλ.

3Καὶ ἔλαβε Δαυὶδ ἔτι γυναῖκας ἐν Ἱερουσαλήμ· καὶ ἐτέχθησαν Δαυὶδ ἔτι υἱοὶ καὶ θυγατέρες.

4Καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν τῶν τεχθέντων, οἳ ἦσαν αὐτῷ ἐν Ἱερουσαλήμ· Σαμαὰ, Σωβὰβ, Νάθαν, καὶ Σαλωμὼν,

5καὶ Βαὰρ, καὶ Ἐλισὰ, καὶ Ἐλιφαλὴθ,

6καὶ Ναγὲθ, καὶ Ναφὰθ, καὶ Ἰαφιὲ,

7καὶ Ἐλισαμαὲ, καὶ Ἐλιαδὲ, καὶ Ἐλιφαλά.

8Καὶ ἤκουσαν ἀλλόφυλοι ὅτι ἐχρίσθη Δαυὶδ βασιλεὺς ἐπὶ πάντα Ἰσραήλ· καὶ ἀνέβησαν πάντες οἱ ἀλλόφυλοι ζητῆσαι τὸν Δαυίδ· καὶ ἤκουσε Δαυὶδ, καὶ ἐξῆλθεν εἰς ἀπάντησιν αὐτοῖς·

9Καὶ ἀλλόφυλοι ἦλθον, καὶ συνέπεσον ἐν τῇ κοιλάδι τῶν γιγάντων.

10Καὶ ἐπηρώτησε Δαυὶδ διὰ τοῦ Θεοῦ, λέγων, εἰ ἀναβῶ ἐπὶ τοὺς ἀλλοφύλους, καὶ δώσεις αὐτοὺς εἰς τὰς χεῖράς μου; καὶ εἶπεν αὐτῷ Κύριος, ἀνάβηθι, καὶ δώσω αὐτοὺς εἰς τὰς χεῖράς σου.

11Καὶ ἀνέβη εἰς Βαὰλ Φαρασὶν, καὶ ἐπάταξεν αὐτοὺς ἐκεῖ Δανίδ· καὶ εἶπε Δαυὶδ, διέκοψεν ὁ Θεὸς τοὺς ἐχθρούς μου ἐν χειρί μου, ὡς διακοπὴν ὕδατος· διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Διακοπὴ Φαρσίν.

12Καὶ ἐγκατέλιπον ἐκεῖ τοὺς θεοὺς αὐτῶν οἱ ἀλλόφυλοι· καὶ εἶπε Δαυὶδ κατακαῦσαι ἐν πυρί.

13Καὶ προσέθεντο ἔτι ἀλλόφυλοι, καὶ συνέπεσαν ἔτι ἐν τῇ κοιλάδι τῶν γιγάντων.

14Καὶ ἠρώτησε Δαυὶδ ἔτι ἐν Θεῷ· καὶ εἶπεν αὐτῷ ὁ Θεὸς, οὐ πορεύσῃ ὀπίσω αὐτῶν· ἀποστρέφου ἀπʼ αὐτῶν, καὶ παρέσῃ αὐτοῖς πλησίον τῶν ἀπίων.

15Καὶ ἔσται ἐν τῷ ἀκοῦσαί σε τὴν φωνὴν τοῦ συσσεισμοῦ αὐτῶν ἄκρων τῶν ἀπίων, τότε εἰσελεύσῃ εἰς τὸν πόλεμον, ὅτι ἐξῆλθεν ὁ Θεὸς ἔμπροσθέν σου τοῦ πατάξαι τὴν παρεμβολὴν τῶν ἀλλοφύλων.

16Καὶ ἐποίησε καθὼς ἐνετείλατο αὐτῷ ὁ Θεός· καὶ ἐπάταξε τὴν παρεμβολὴν τῶν ἀλλοφύλων ἀπὸ Γαβαὼν ἕως Γαζηρά.

17Καὶ ἐγένετο ὄνομα Δαυὶδ ἐν πάσῃ τῇ γῇ, καὶ Κύριος ἔδωκε τὸν φόβον αὐτοῦ ἐπὶ πάντα τὰ ἔθνη.

← 2 Παραλειπομένων 13Read In The App, Free →2 Παραλειπομένων 15 →

Study 2 Παραλειπομένων 14

KJVMatthew HenryJamieson-Fausset-BrownAdam ClarkeJohn WesleyJohn CalvinKeil and DelitzschScofieldFamily Bible NotesGeneva Bible Notes (1599)Reina-Valera (Español)Bíblia Portuguesa MundialLuther Bibel (Deutsch)Bible Louis Segond (Français)

All Chapters

1234567891011121314151617181920212223242526272829