1 Kings 10:4
Καὶ εἶδε βασίλισσα Σαβὰ πᾶσαν τὴν φρόνησιν Σαλωμὼν, καὶ τὸν οἶκον ὃν ᾠκοδόμησε,
μετάφραση των εβδομήκοντα
In The King James Version
And when the queen of Sheba had seen all Solomon’s wisdom, and the house that he had built,
In Context
Cross References
1 Kings 3:28Καὶ ἤκουσαν πᾶς Ἰσραὴλ τὸ κρίμα τοῦτο ὃ ἔκρινεν ὁ βασιλεὺς, καὶ ἐφοβήθησαν ἀπὸ προσώπου τοῦ βασιλέως, ὅτι εἶδον ὅτι φρόνησις Θεοῦ ἐν αὐτῷ τοῦ ποιεῖν δικαίωμα.
1 Kings 6:1Καὶ ἐγενήθη ἐν τῷ τεσσαρακοστῷ καὶ τετρακοσιοστῷ ἔτει τῆς ἐξόδου υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου, τῷ ἔτει τῷ τετάρτῳ ἐν μηνὶ τῷ δευτέρῳ βασιλεύοντος τοῦ βασιλέως Σαλωμὼν ἐπὶ τὸν Ἰσραὴλ, καὶ ἐνετείλατο ὁ βασιλεὺς ἵνα ἄρωσι λίθους μεγάλους τιμίους εἰς τὸν θεμέλιον τοῦ οἴκου, καὶ λίθους ἀπελεκήτους. Καὶ ἐπελέκησαν οἱ υἱοὶ Σαλωμὼν, καὶ οἱ υἱοὶ Χιρὰμ, καὶ ἔβαλαν αὐτούς. Ἐν τῷ ἔτει τῷ τετάρτῷ ἐθεμελίωσε τὸν οἶκον Κυρίου ἐν μηνὶ Ζιοῦ, καὶ τῷ δευτέρῳ μηνί. Ἐν ἑνδεκάτῳ ἐνιαυτῷ, ἐν μηνὶ Βαὰλ, οὗτος ὁ μὴν ὁ ὄγδοος, συνετελέσθη ὁ οἶκος εἰς πάντα λόγον αὐτοῦ, καὶ εἰς πᾶσαν διάταξιν αὐτοῦ.
Ecclesiastes 12:9Καὶ περισσὸν ὅτι ἐγένετο Ἐκκλησιαστὴς σοφὸς, ὅτι ἐδίδαξε γνῶσιν σὺν τὸν ἄνθρωπον, καὶ οὖς ἐξιχνιάσεται κόσμιον παραβολῶν.