1 Kings 11:2
ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ εἰσελεύσεσθε εἰς αὐτοὺς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Genesis 34:3Καὶ προσέσχε τῇ ψυχῇ Δείνας τῆς θυγατρὸς Ἰακώβ· καὶ ἠγάπησε τὴν παρθένον· καὶ ἐλάλησε κατὰ τὴν διάνοιαν τῆς παρθένου αυτῇ.
Exodus 34:16καὶ λάβῃς τῶν θυγατέρων αὐτῶν τοῖς υἱοῖς σου, καὶ τῶν θυγατέρων σου δῷς τοῖς υἱοῖς αὐτῶν, καὶ ἐκπορνεύσωσιν αἱ θυγατέρες σου ὀπίσω τῶν θεῶν αὐτῶν, καὶ ἐκπορνεύσωσιν οἱ υἱοί σου ὀπίσω τῶν θεῶν αὐτῶν.
Deuteronomy 7:3οὐδὲ μὴ γαμβρεύσητε πρὸς αὐτούς· τὴν θυγατέρα σου οὐ δώσεις τῷ υἱῷ αὐτοῦ, καὶ τὴν θυγατέρα αὐτοῦ οὐ λήψῃ τῷ υἱῷ σου.
Judges 3:6Καὶ ἔλαβον τὰς θυγατέρας αὐτῶν ἑαυτοῖς εἰς γυναῖκας, καὶ τὰς θυγατέρας αὐτῶν ἔδωκαν τοῖς υἱοῖς αὐτῶν, καὶ ἐλάτρευσαν τοῖς θεοῖς αὐτῶν.
1 Kings 16:31Καὶ οὐκ ἦν αὐτῷ ἱκανὸν τοῦ πορεύεσθαι ἐν ταῖς ἁμαρτίαις Ἱεροβοὰμ υἱοῦ Ναβὰτ, καὶ ἔλαβε γυναῖκα τὴν Ἰεζάβελ θυγατέρα Ἰεθεβαὰλ βασιλέως Σιδωνίων· καὶ ἐπορεύθη καὶ ἐδούλευσε τῷ Βάαλ, καὶ προσεκύνησεν αὐτῷ.
2 Chronicles 21:6Καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων Ἰσραὴλ, ὡς ἐποίησεν οἶκος Ἀχαὰβ, ὅτι θυγάτηρ Ἀχαὰβ ἦν αὐτοῦ γυνὴ, καὶ ἐποίησε τὸ πονηρὸν ἐναντίον Κυρίου.