1 Kings 11:38
Καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου, καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστὸν, καθὼς ᾠκοδόμησα τῷ Δαυίδ.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
37Καὶ σὲ λήψομαι, καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ.
Cross References
Deuteronomy 15:5Ἐὰν δὲ ἀκοῇ εἰσακούσητε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν φυλάσσειν καὶ ποιεῖν πάσας τὰς ἐντολὰς ταύτας, ὅσας ἐγὼ ἐντέλλομαί σοι σήμερον,
Joshua 1:5οὐκ ἀντιστήσεται ἄνθρωπος κατενώπιον ὑμῶν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· καὶ ὥσπερ ἤμην μετὰ Μωυσῆ, οὕτως ἔσομαι καὶ μετὰ σοῦ, καὶ οὐκ ἐγκαταλείψω σε οὐδʼ ὑπερόψομαί σε.
2 Samuel 7:16Καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ, καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιόν μου· καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τον αἰῶνα.
2 Samuel 7:27Κύριε παντοκράτωρ Θεὸς Ἰσραὴλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου, λέγων, οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην.
1 Kings 11:4Καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν, καὶ οὖκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν.