1 Samuel 20:1
Καὶ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ῥαμᾷ, καὶ ἔρχεται ἐνώπιον Ἰωνάθαν, καὶ εἶπε, τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
1 Samuel 12:3Ἰδοὺ ἐγώ, ἀποκρίθητε κατʼ ἐμοῦ ἐνώπιον Κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ· μόσχον τίνος εἴληφα, ἢ ὄνον τίνος εἴληφα, ἢ τίνα κατεδυνάστευσα ὑμῶν, ἢ τίνα ἐξεπίεσα, ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα; ἀποκρίθητε κατʼ ἐμοῦ, καὶ ἀποδώσω ὑμῖν.
1 Samuel 19:18Καὶ Δαυὶδ ἔφυγε καὶ διεσώθη, καὶ παραγίνεται πρὸς Σαμουὴλ εἰς Ἀρμαθαὶμ, καὶ ἀπαγγέλλει αὐτῷ πάντα ὅσα ἐποίησεν αὐτῷ Σαούλ· καὶ ἐπορεύθη Σαμουὴλ καὶ Δαυὶδ, καὶ ἐκάθισαν ἐν Ναυὰθ ἐν Ῥαμᾶ.
1 Samuel 20:32Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, ἵνατί ἀποθνήσκει; τί πεποίηκε;
1 Samuel 24:9Καὶ ἀνέστη Δαυὶδ ὀπίσω αὐτοῦ ἐκ τοῦ σπηλαίου· καὶ ἐβόησε Δαυὶδ ὀπίσω Σαοὺλ, λέγων, κύριε βασιλευ· καὶ ἐπέβλεψε Σαοὺλ εἰς τᾶ ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαυὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτῷ.
1 Samuel 24:12καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον, καὶ οὐκ ἀπέκτανκά σε· καὶ γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστι κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σὲ, καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν αὐτήν.
1 Samuel 26:18Καὶ εἶπεν, ἱνατί τοῦτο καταδιώκει ὁ κύριος ὀπίσω τοῦ δούλου αὐτοῦ; ὅτι τί ἡμάρτηκα; καὶ τί εὑρέθη ἐν ἐμοὶ ἀδίκημα;