1 Samuel 30:22
Καὶ ἀπεκρίθη πᾶς ἀνὴρ λοιμὸς καὶ πονηρὸς τῶν ἀνδρῶν τῶν πολεμιστῶν τῶν πορευθέντων μετὰ Δαυὶδ, καὶ εἶπον, ὅτι οὐ κατεδίωξαν μεθʼ ἡμῶν, οὐ δώσομεν αὐτοῖς ἐκ τῶν σκύλων ὧν ἐξειλόμεθα, ὅτι ἀλλʼ ἢ ἕκαστος τὴς γυναῖκα αὐτοῦ, καὶ τὰ τέκνα αὐτοῦ ἀπαγέσθωσαν, καὶ ἀποστρεφέτωσαν.
μετάφραση των εβδομήκοντα
In The King James Version
In Context
Cross References
Judges 19:22Αὐτοὶ δὲ ἀγαθύνοντες καρδίαν αὐτῶν· καὶ ἰδοὺ ἄνδρες τῆς πόλεως υἱοὶ παρανόμων ἐκύκλωσαν τὴν οἰκίαν, κρούοντες ἐπὶ τὴν θύραν· καὶ εἶπον πρὸς τὸν ἄνδρα τὸν κύριον τοῦ οἴκου τὸν πρεσβύτην, λέγοντες, ἐξένεγκε τὸν ἄνδρα ὅς εἰσῆλθεν εἰς τὴν οἰκίαν σου, ἵνα γνῶμεν αὐτόν.
1 Samuel 25:17Καὶ νῦν γνῶθι καὶ ἴδε σὺ τί ποιήσεις, ὅτι συντετέλεσται ἡ κακία εἰς τὸν κύριον ἡμῶν καὶ εἰς τὸν οἶκον αὐτοῦ· καὶ οὗτος υἱὸς λοιμὸς, καὶ οὐκ ἔστι λαλῆσαι πρὸς αὐτόν.
1 Kings 21:10Καὶ ἀπέστειλε πρὸς αὐτὸν υἱὸς Ἄδερ, λέγων, τάδε ποιήσαι μοι ὁ Θεὸς καὶ τάδε προσθείη, εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς ἀλώπεξι παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου.